Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.73 Joseph. BJ 7.80 (English) >>Joseph. BJ 7.87

7.78ἔπειτα δὲ καὶ μῖσος τὸ πρὸς τοὺς κρατοῦντας, ἐπεὶ μόνοις ἴσασι Ῥωμαίοις τὸ γένος αὐτῶν δουλεύειν βεβιασμένον. οὐ μὴν ἀλλὰ μάλιστά γε πάντων καιρὸς αὐτοῖς θάρσος ἐνεποίησεν· 7.79ὁρῶντες γὰρ τὴν Ῥωμαίων ἀρχὴν ταῖς συνεχέσι τῶν αὐτοκρατόρων ἀλλαγαῖς ἐν ἑαυτῇ τεταραγμένην, πᾶν τε μέρος τῆς ὑπʼ αὐτοῖς οἰκουμένης πυνθανόμενοι μετέωρον εἶναι καὶ κραδαίνεσθαι, τοῦτον σφίσιν αὐτοῖς ἄριστον ὑπὸ τῆς ἐκείνων κακοπραγίας καὶ στάσεως καιρὸν ᾠήθησαν παραδεδόσθαι. 7.80ἐνῆγον δὲ τὸ βούλευμα καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν ἐτύφουν

-- --

Κλασσικός τις καὶ Οὐίτιλλος τῶν παρʼ αὐτοῖς ὄντες ἡγεμόνων, οἳ δῆλον μὲν ὡς ἐκ μακροῦ ταύτης ἐφίεντο τῆς νεωτεροποιίας, 7.81ὑπὸ τοῦ καιροῦ δὲ θαρσῆσαι προαχθέντες τὴν αὐτῶν γνώμην ἐξέφηναν· ἔμελλον δὲ προθύμως διακειμένοις τὴν πεῖραν τοῖς πλήθεσι προσφέρειν. 7.82πολλοῦ δὲ μέρους ἤδη τῶν Γερμανῶν τὴν ἀποστασίαν ἀνωμολογηκότος καὶ τῶν ἄλλων οὐκ ἄνδιχα φρονησάντων, ὥσπερ ἐκ δαιμονίου προνοίας Οὐεσπασιανὸς πέμπει γράμματα Πετιλίῳ Κερεαλίῳ τὸ πρότερον ἡγεμόνι Γερμανίας γενομένῳ, τὴν ὕπατον διδοὺς τιμὴν καὶ κελεύων ἄρξοντα Βρεττανίας ἀπιέναι. 7.83πορευόμενος οὖν ἐκεῖνος ὅποι προσετέτακτο καὶ τὰ περὶ τὴν ἀπόστασιν τῶν Γερμανῶν πυθόμενος, ἤδη συνειλεγμένοις αὐτοῖς ἐπιπεσὼν καὶ παραταξάμενος πολύ τε πλῆθος αὐτῶν ἀναιρεῖ κατὰ τὴν μάχην καὶ τῆς ἀνοίας παυσαμένους ἠνάγκασε σωφρονεῖν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.73 Joseph. BJ 7.80 (English) >>Joseph. BJ 7.87

Powered by PhiloLogic